Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.352 Joseph. BJ 6.359 (English) >>Joseph. BJ 6.365

6.357καὶ τότε μὲν ἐν φρουρᾷ πάντας εἶχε, τοὺς δὲ τοῦ βασιλέως παῖδας καὶ συγγενεῖς δήσας ὕστερον εἰς Ῥώμην ἀνήγαγεν πίστιν ὁμήρων παρέξοντας. 6.358

Οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν ὁρμήσαντες αὐλήν,

-- --

εἰς ἣν διʼ ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπʼ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, ὄντας εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους, τὰ χρήματα διήρπασαν. 6.359ἐζώγρησαν δὲ καὶ Ῥωμαίων δύο, τὸν μὲν ἱππέα τὸν δὲ πεζόν, καὶ τὸν μὲν πεζὸν ἀποσφάξαντες εὐθέως ἔσυραν περὶ τὴν πόλιν, ὥσπερ ἑνὶ σώματι πάντας Ῥωμαίους ἀμυνόμενοι, 6.360 δὲ ἱππεὺς ὠφέλιμόν τι αὐτοῖς πρὸς σωτηρίαν ὑποθήσεσθαι λέγων ἀνάγεται πρὸς Σίμωνα· παρʼ μηδὲν εἰπεῖν ἔχων Ἀρδάλᾳ τινὶ τῶν ἡγεμόνων παραδίδοται κολασθησόμενος. 6.361 δὲ αὐτοῦ ὀπίσω τὼ χεῖρε δήσας καὶ ταινίᾳ τοὺς ὀφθαλμοὺς ἀντικρὺ τῶν Ῥωμαίων προήγαγεν ὡς καρατομήσων· φθάνει δʼ ἐκεῖνος εἰς τοὺς Ῥωμαίους διαφυγὼν ἐν ὅσῳ τὸ ξίφος ἐσπάσατο Ἰουδαῖος. 6.362τοῦτον διαφυγόντα ἐκ τῶν πολεμίων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν Τίτος, ἀνάξιον δὲ Ῥωμαίων εἶναι στρατιώτην κρίνας, ὅτι ζῶν ἐλήφθη, τά τε ὅπλα ἀφείλετο καὶ τοῦ τάγματος ἐξέβαλεν, ἅπερ ἦν αἰσχυνομένῳ θανάτου χαλεπώτερα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.352 Joseph. BJ 6.359 (English) >>Joseph. BJ 6.365

Powered by PhiloLogic